previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ μὴ δἰ ἑαυτοῦ διδόναι τὸν στρατηγὸν τὰ σημεῖα εἴτε τῆς συμβολῆς εἴτε ἄλλης τινὸς πράξεως, ἀλλὰ διὰ τῶν ἡγεμόνων Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων: ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων: εἶθ̓ μὲν προσέθηκέ τι πλεῖον ὧν στρατηγὸς εἶπεν, δ̓ ἀφείλετο τοῦ ῥηθέντος [p. 466] παρὰ τὴν ἄγνοιαν. [2] δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετ̓ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθ̓ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας: οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθ̓ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου: [3] καὶ γὰρ ἐκείνων, ὅταν πρῶτος ἄρῃ τὸν φρυκτόν, δεύτερος τῷ μετ̓ αὐτὸν ἐπύρσευσεν, εἶθ̓ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθ̓ ἕνα πάντες ἀλλήλοις, ὥστ̓ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: