previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ ἔχειν ἐγκρύμματα Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵν̓ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ: καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι: τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο. [2] γίγνοιτο δ̓ ἄν τι καὶ τούτου χρησιμώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν σκοπῶν ἀναστάντας ἐπείγεσθαι: καὶ μάλιστα [p. 460] τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ: δόξαντες γὰρ οἱ πολέμιοι τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον ἐπιέναι πλῆθος νομίζοντες. [3] ἄλλως τε καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἐπιφάνειαι πολεμίων ἀπειράστων ἐκπλήττουσι τὰς ψυχάς: προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται, φοβερώτερον ἐκδέχονται τὸ μέλλον. [4] Ἐκπληκτικωτάτη δ̓, καὶ δραστικωτάτη μάλιστα πάντων, κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις: οὐδὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας, οὐδ̓ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδ̓ εἰς τὸ πρόσω φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους. [p. 462]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: