previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ συνεχῶς ὑπαλλάσσειν τὰ ἄπληκτα

Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδ̓ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ: αἱ γὰρ τῶν ἀναγκαίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν. [2] ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτ̓ ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν: μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν: αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθ̓ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον. [3] ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων: ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ χωρεῖν, οὔθ̓ ἡδέως ἐξίασιν οὔτ̓ ἐπὶ πολὺ [p. 408] μένουσιν, ἀλλ̓ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσι, οὔτ̓ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: