previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ ἐν καιρῷ εἰρήνης μὴ ἀφυλάκτως εἶναι Ἀνοχὰς δὲ ποιησάμενος μηδ̓ ἐπιτιθέσθω μηδ̓ αὐτὸς ἀφύλακτος ἔστω: ἀλλὰ τὸ μὲν ἥσυχον [p. 494] ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ̓ ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ. [2] δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτ̓ αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλ̓ ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον: [3] ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές: ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει. [4] οἵτινες δ̓ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν. [5] κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρασπονδήσαντας ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζεσθαι μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι, ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας: οὕτως γὰρ αὐτοί τε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν ἐπιβουλευθέντες, ἀσεβήσουσί τε οἱ πολέμιοι τῷ ἐπιχειρῆσαι καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν. [p. 496]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: