previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ μὴ εἰς πολὺ μῆκος ἐκτείνειν τὴν φάλαγγα τὰς κυκλώσεις τῶν ἐναντίων φοβουμένους Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ̓ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγαταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν [p. 452] ἐναντίων: τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα—, μήθ̓ οὕτως ἐπ̓ οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστ̓ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν. [2] ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν: οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατ̓ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην. [3] Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς παρὰ ποταμίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, παρώρειαν ἐκλεξάμενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν [p. 454] ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους. [4] οὐ μὴν στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ τύχη: δεῖ γὰρ ἐπιτυχεῖν τοιούτων χωρίων: οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι δυνατὸν τοὺς τόπους: τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου. [5] Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατ̓ ἄνδρα βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες ἀλλήλαις εἰς κύκλου σχῆμα. [6] πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε: τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντιπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω: γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξονται, προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς [p. 456] ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιντῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν —: ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν. [7] ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατ̓ ἀντικρὺ ταττέτω: [8] βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών: ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατ̓ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατ̓ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον. [9] Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον, καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ̓ αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν: ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες [p. 458] φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφ̓ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παῤ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: