Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ μὴ μόνον συνθήματα, ἀλλὰ καὶ
παρασυνθήματα διδόναι
Τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω,
ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ
ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παραφορᾷ
ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς
πιστεύσωσι τῷ λεγομένῳ συνθήματι—τοῦτο γὰρ
δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις
ἀκούοντες—ἀλλὰ καὶ τῷ παρασυνθήματι.
[2]
χρησιμώτατον
δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσσους
συμμαχίας τῶν ἐθνῶν: οὔτε γὰρ λέγειν οὔτε
ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρασυνθήματι
[p. 468]
κρίνουσι τό τε φίλιον καὶ τὸ πολέμιον.
διδόσθω δὲ ταῦτα, κἂν μὴ μάχεσθαι μέλλωσιν,
ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς.