previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Περὶ τοῦ τὰς προσαγομένας πόλεις ἐν ἀδείᾳ ἔχειν καὶ φιλανθρωπίᾳ Ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι, φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω: προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. γὰρ ἐλπὶς τοῦ τῶν αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν. [2] ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος γενόμενος πόλεως διαρπάζων κτείνων κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν: [3] εἰδότες γάρ, ὡς ἀπαραίτητόν ἐστιν τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ παραδοῦναι τὰς πόλεις. [4] οὐθὲν γὰρ οὕτως κατασκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες: γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις. [5] χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης: οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες αἱροῦνται μετὰ [p. 498] τοῦ πολλὰ δρᾶν καὶ πάσχειν. [6] ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραί τε καὶ ἐπικίνδυνοι. β. Πῶς χρηστέον προδόταις [7] Τοῖς δὲ προδόταις τάς τε πίστεις καὶ τὰς ἐπαγγελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵν̓ εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται: λαμβάνει γάρ τι μᾶλλον προδότῃ διδοὺς χαρίζεται. [8] διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς: οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: