previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Ὅτι οὐ χρὴ πάντοτε ἐπιτρέπειν τὰς ἁρπαγάς, καὶ ὅτι τὰ σώματα οὐ χρὴ ἁρπάζειν, ἀλλὰ τὸν στρατηγὸν πιπράσκειν Τὰς δ̓ ἁρπαγὰς οὔτ̓ ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐδ̓ αἰεὶ πάντων, ἀλλ̓ ὧν μέν, ὧν δ̓ [p. 488] οὔ, τῶν δὲ σωμάτων ἥκιστα: ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν. [2] εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθ̓ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω. [3] γνῴη δ̓ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτ̓ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν: οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν: ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται. β. Περὶ αἰχμαλώτων [4] Τοὺς δὲ αἰχμαλώτους, ἐὰν πόλεμος ἔτι συνεστὼς , μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵν̓ εἴ τινων αὐτοὶ σωμάτων, ὧν πολὺς πόθος, φρουρίου [p. 490] κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται. [5] μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵν̓ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: