previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ ἀριστοποιΐας

Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω: ἐὰν μὲν γὰρ ἐφ̓ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ [p. 436] ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι: ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους χάρακος ἀσθένειαν τινας ἄλλας αἰτίας, ὥστ̓ ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι. [2] καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν: ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν: πολλάκις καὶ παρὰ τοῦθ̓ ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δἰ ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: