previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96] μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ: Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου: ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. δέ, πόρρωθεν ἰδὼν αὐτόν, [p. 162] ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε: καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ 1 προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ κορυφαῖος τῶν μαθητῶν Πέτρος, τῆς πίστεως πέτρα, κατ̓ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, 2 ἀρνήσεως περιπέπτωκεν ἐγκλήματι: εἶτ̓ εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν

1 Luke xv. 4 ff.

2 Luke xxii. 62

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: