previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[69] ἐφανέρωσεν: ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς 1 ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ 2 αὐτὸς Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος 3 καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος. ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ̓ αὖθις ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι: μόνος δὲ [p. 118] αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν. ταῦτα 4 καὶ οἱ ἀπ̓ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ μακάριος 5 Παῦλος, οὗ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ̓ οὐρανόθεν γέγονε: Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν: παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς: εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ὅτι ἀνάστασις

1 John xi. 1-46

2 1 Cor. xv. 23

3 Col. i. 18

4 Luke i. 2

5 Gal. i. 1 1 Cor. xv. 1 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: