Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[356]
τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ
Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς,
ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε
τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε
υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ
τράπεζα: πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν
τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον
διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ
τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας,
[p. 594]
ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ
ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς
καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε,
καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν
ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω τὰ αἰώνιά τε
καὶ ἄφθαρτα, καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.