previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[300] 1 βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου: ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παῤ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῷ ὄντι τῶν Χριστιανῶν Θεός, μεγάλη πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια. Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως: Λέγε μοι τοίνυν, πεφωτισμένε τὴν ψυχήν: δέχεταί με Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. 2 δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ̓, ὡς υἱῷ ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾷ τῷ ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι: καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελών αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος 3 προβάτου. αὐτὸς γὰρ ἔφη Κύριος 4 χαρὰν γίνεσθαι ἐν οὐρανῷ μεγίστην ἐπὶ ἑπὶ ἑνὶ ἁμαρτωλῷ 5 μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. [p. 502] 6 φησὶ δὲ καὶ διὰ τοῦ προφήτου: Ζῶ ἐγώ, λέγει Κύριος: οὐ βούλομαι τὸν θάνατον τοῦ

1 Rom. viii. 9, 11

2 Luke xv. 20 ff.

3 Luke xv. 4

4 Luke xv. 7

5 Luke v. 32

6 Ez. xxxiii. 11 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: