previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[131] τοῦ φωτὸς ἑαυτοὺς ἀποστερήσαντες ὡς τυφλοὶ ψηλαφήσουσι τοῖχον, πολλοῖς δὲ ἐμπεσοῦνται βόθροις, καὶ πολλαῖς ἐκκεντηθήσονται τὰς ὄψεις ἀκάνθαις, δὲ ἥλιος ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος φωτιεῖ τοὺς ἀνακεκαλυμμένῳ προσώπῳ τὸ φέγγος αὐτοῦ κατοπτριζομένους. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ τοῦ Χριστοῦ φῶς φαίνει μὲν πᾶσι πλουσίως, μεταδιδὸν ἡμῖν τῆς αὐτοῦ λαμπηδόνος: [p. 222] μετέχει δὲ ἕκαστος καθ̓ ὅσον ἐφέσεως ἔχει καὶ προθυμίας: οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων 1 μένων αὐτῷ ἐνατενίζειν ἥλιος τῆς δικαιοσύνης, οὔτε μὴν βιάζεται τοὺς ἑκουσίως τὸ σκότος ἐκλεγομένους: ἀλλὰ τῇ ἰδίᾳ ἕκαστος ἐφεῖται αὐτεξουσίῳ προαιρέσει, ἕως ἐν τῷ παρόντι βίῳ ἐστί. 2 Τοῦ δὲ Ἰωάσαφ πυθομένου Τί τὸ αὐτεξούσιον καὶ τί προαίρεσις, φησὶν γέρων: Αὐτεξουσιότης μέν ἐστι ψυχῆς λογικῆς θέλησις, ἀκωλύτως κινουμένη πρὸς ὅπερ ἂν βούλοιτο, εἴτε ἀρετὴν εἴτε κακίαν, οὕτως ὑπὸ τοῦ Δημιουργοῦ γενομένης. αὐτεξουσιότης αὖθίς ἐστι νοερᾶς ψυχῆς κίνησις αὐτοκρατής. προαίρεσις δέ ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ̓ ἡμῖν, βούλευσις ὀρεκτικὴ τῶν ἐφ̓ ἡμῖν: τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ̓ ἡμῖν πρακτικῶν γινομένη: βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη: ἐὰν γὰρ κρίνῃ, καὶ μὴ διατεθῇ πρὸς τὸ κριθέν, ἤγουν ἀγαπήσῃ

1 Mat. iv. 2

2 Cp. S. John Dam. De fide orth. Bk. II. eh. xxii.-xxvii.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: