previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[59] τῶν εὐσεβῶν εὐσεβέστερός τις γένηται. οὕτω γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας 1 Θεὸς Λόγος εἶπεν: Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δἰ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρὸ πάντων ἀξιῶ σε τῇ μὲν ψυχῇ δέξασθαι τὴν πίστιν, προσελθεῖν δὲ εὐθὺς καὶ τῷ βαπτίσματι πόθῳ θερμοτάτῳ καὶ μηδόλως πρὸς τοῦτο ἀναβάλλεσθαι: [p. 102] ἐπικίνδυνον γὰρ ἀναβολή, διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. δὲ Ἰωάσαφ πρὸς αὐτὸν εἶπε: Καὶ τίς ἀγαθὴ ἐλπὶς ἐκείνη, ἧς ἔφης χωρὶς βαπτίσματος μὴ ἐπιτυγχάνειν; τίς δέ ἐστιν ἥνπερ βασιλείαν τῶν οὐρανῶν ἀποκαλεῖς; πόθεν δὲ τὰ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ῥήματα σὺ ἀκήκοας; τίς δὲ τοῦ θανάτου ἄδηλος προθεσμία, περὶ ἧς μέριμνα πολλή, τῇ καρδίᾳ μου ἐνσκήψασα, ἐν λύπαις καὶ ὀδύναις δαπανᾷ μου τὰς σάρκας, καὶ αὐτῶν δὴ τῶν ὀστέων καθάπτεται; καὶ εἰ τεθνηξόμενοι εἰς τὸ μὴ ὂν διαλυθῶμεν οἱ ἄνθρωποι, ἔστιν ἄλλη τις βιοτὴ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν; ταῦτα καὶ τούτοις ἑπόμενα μαθεῖν ἐπεθύμουν. δὲ Βαρλαὰμ τοιαύτας τούτοις ἐδίδου τὰς

1 John iii. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: