previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236] ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παῤ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι: ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδου λώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, υἱὸς αὐτοῦ ἔφη: Κρῖμα δίκαιον σήμερον ἔκρινας, βασιλεῦ: κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. [p. 392] καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι: Οἶδας, Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ: καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς: εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: