previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[324] οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. 1 εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ. δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων: Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν 2 δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ̓ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, Κύριέ μου καὶ Θεέ, ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου:

1 Cp. Ps. xxxi. 6

2 Ps. xxxix. 13

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: