previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[352] σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ 1 εἴρηκεν: Οὐ μή σε ἀνῶ, οὐδ̓ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῇ σκληρότητι τῆς ἀγωγῆς καὶ τῇ ὀλιγωρίᾳ τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ 2 Θεοῦ ἡμῶν: Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ὅταν δὲ πάλιν ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῇ πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ, τὸν σωτήριον προβαλοῦ λόγον, 3 ὡς θυρεόν, τὸν φάσκοντα: Ὅταν ποιήσητε πάντα 4 τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι 5 ἣν ὀφείλομεν τῷ Δεσπότῃ, ὑπὲρ ὧν δἰ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ ἔπαθεν ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσῃ; ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν; ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων. ταῦτα ἐννόει,

1 Heb. iv. 5

2 Ps. lxxvii. 3

3 Eph. vi. 16

4 Luke xviii. 10

5 2 Cor. viii. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: