previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[340] ἐκείνης. ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος, σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν: ἀλλ̓ ἐνίκα πόθος τὴν φύσιν, καὶ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης. 1 δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου: εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός [p. 568] τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης, καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν τέλος τοῦ τοσούτου κόπου: καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε 2 κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου.

1 Athanas. *wita Antonii § 5

2 Athanas. *wita Antonii § 5

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: