previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[321] καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῷ σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ [p. 536] καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης 1 ἐκείνης τῆς βοώσης: Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα. 2 Οὕτως ἀναγεννηθεὶς βασιλεὺς Ἀβεννὴρ δἰ 3 ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ: σὺν αὐτῷ δὲ καὶ πᾶσα πόλις καὶ περίχωρος 4 τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο: ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο. ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ ἄλλοι ἔκ

1 John xv. 5

2 John iii. 5

3 1 Pet. i. 8

4 1 Thess. v. 5

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: