previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[61] καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἄρρητον 1 αὐτῆς δόξαν κατοπτρίζεσθαι. εἰ δὲ μὴ δυνατὸν τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς καὶ τὰ ἀπόρρητα ἀγαθὰ παραστῆσαι λόγῳ, θαυμαστὸν οὐδέν: οὐκ ἂν γὰρ ἦσαν μεγάλα καὶ ἐξαίρετα, εἴ γε ἡμῖν, τοῖς ἐπιγείοις καὶ φθαρτοῖς καὶ τὸ βαρὺ τοῦτο καὶ ἐμπαθὲς σαρκίον περικειμένοις, τῷ λογισμῷ τε κατελαμβάνοντο καὶ τῷ λόγῳ παριστῶντο. οὕτω μὲν οὖν δὴ περὶ τούτων εἰδὼς τῇ πίστει μόνῃ, δέχου ἀνενδοιάστως μηδὲν πεπλασμένον ἔχειν, καὶ δἰ ἔργων ἀγαθῶν ἐπείχθητι τῆς ἀθανάτου βασιλείας ἐκείνης ἐπιλαβέσθαι, ἧσπερ ὅταν ἐπιτύχης, μαθήσῃ τὸ τέλειον. Περὶ ὧν δὲ ἠρώτησας, πῶς ἡμεῖς τοὺς λόγους τοῦ σαρκωθέντος Θεοῦ ἀκηκόαμεν, διὰ τῶν ἱερῶν Εὐαγγελίων ἴσθι πάντα τὰ τῆς θεανδρικῆς οἰκονομίας ἡμᾶς μεμαθηκέναι. οὕτω γὰρ ἁγία δέλτος ἐκείνη κέκληται, ὡς ἅτε ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν αἰώνιον καὶ ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείαν οὐρανῶν τοῖς θνητοῖς ἡμῖν καὶ φθαρτοῖς καὶ ἐπιγείοις εὐαγγελιζομένη ἥνπερ γεγράφασιν

1 2 Cor. iii. 18

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: