previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[48] ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ τῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν: ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι [p. 84] περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες. Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου: ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες: ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, 1 λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἔθετο Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα: οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ

1 Rom. i. 25

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: