previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[348] δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὦν αὐτουργὸς καὶ γεωργὸς ἦν γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῇ αὐτῇ εὑρισκόμενοι ἐρήμῳ, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ 1 τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῷ ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῷον αὖθις ηὐχαρίστουν Θεῷ. ἀναστάντες δὲ πάλιν, καὶ τὰς [p. 580] νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παῤ ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν. Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτῳ καὶ παιδευτῇ μεθ̓ ὅσης συμπαρομαρτῶν αὐτῷ ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος 2 τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα: τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ

1 Ps. cxlv. 16

2 Cp. Eph. vi. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: