previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[212] λόγος παῤ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι; πότε περιεπάτησαν αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ 1 τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δἰ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας 2 καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῷ ζῶντι καὶ ἀληθινῷ συνεταξάμην Θεῷ: καὶ αὐτῷ δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῷ φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου: ἠνιώμην δὲ [p. 356] καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῷ τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησας

1 Basil, on Is. x. II

2 Ps. cxxxix. 22

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: