previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[202] ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις. ποίει οὖν βούλει: ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίᾳ ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσῃς ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ̓ οὐ γὰρ γελάσεις καθ̓ ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάλῃς θανάτοις: οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβῳ τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον 1 εὐτρέπιζε ὄργανον: ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον. Ἐπὶ τούτοις θυμῷ ἐξαφθείς, κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ̓ ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον: καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν

1 Phil. i. 21

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: