previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[66] 1 φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ 2 ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα 3 λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ 4 τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, 5 πάντα ἄτρεπτα μενεῖ καὶ ἀναλλοίωτα, 6 μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας: οὔτε γὰρ κριτὴς μετ̓ ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δἰ ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. 7 Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν 8 ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ στάσις τῶν δικαίων: τοῖς δὲ ἁμαρτωλοῖς ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς. ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους

1 Is. lxvi. 24

2 Mat. xxv. 30 Mk. ix. 43

3 Mat. xiii. 42 Luke xiii. 28

4 Dan. xii. 2

5 Luke xvi. 26

6 Mat. xxv. 46

7 2 Pet. iii. 11

8 Mat. xxv. 33, 34

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: