Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[262]
προσήγαγε σεσωσμένας: πολλοὶ γὰρ εἰς αὐτὸν
φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν
οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῷ σωτηρίῳ
προσέδραμον λόγῳ: ἄλλοι δέ, μακρὰν τοῖς τοῦ
βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον
παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ
νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν
φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ,
ᾧ ἐγὼ ἐπίστευσα, ἐφ̓ ὃν ἐγὼ κατέφυγον καὶ
τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον
τῷ θεράποντί σου Βαρλαάμ, ἀνθ̓ ὧν μοι τῷ
πλανηθέντι σὲ ὑπέδειξε, τὴν ὁδὸν τῆς ἀληθείας
καὶ τῆς ζωῆς: καὶ μὴ στερήσῃς με αὖθις ἰδεῖν
τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν
1 ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῷ τελέσαι τὸ
λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ̓ ἴχνος τῆς αὐτοῦ
πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῷ Θεῷ
καὶ Δεσπότῃ.
[p. 440]
1 Heb. xi. 38
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.