previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[182] πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός: εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις. καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα: ἀλλ̓ ἐξ ὅτου σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ̓ ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς πρὸς σὲ παραχωρήσας εἰσόδου; Ἔφη δὲ πρὸς αὐτὸν τοῦ βασιλέως υἱός: Ἐγὼ μέν, τῆς πολλῆς σου πρός με εὐγνωμοσύνης μηδεμίαν ἄλλην ἀξίαν ἀμοιβὴν γινώσκων, ταύτην καὶ ὑπεραξίαν εὑρηκὼς ἐπ̓ εὐεργεσίᾳ τῇ σῇ, κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε εἰς γεγένησαι καὶ τὸν Δημιουργὸν ἐπιγνῶναι ἀπολιπόντα τε τὸ σκότος τῷ φωτὶ προσδραμεῖν: καὶ ἤλπιζον ἅμα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: