previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] [p. 30] καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, 1 πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν μακάριος Παῦλος. ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾷ τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ 2 θεραπευτάς τε καὶ νεωκόρους. Ἐν τοιαύτῃ δὲ ὄντος τοῦ βασιλέως πλάνῃ δεινῇ καὶ ἀπάτῃ, γεννᾶται αὐτῷ παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῷ ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῇ γῇ ἐκείνῃ τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῇ γεννήσει τοῦ παιδὸς βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπῄει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια: καὶ ἦν ἰδεῖν πάντας συρρέοντας τῷ φόβῳ τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστῳ χεὶρ εὐπόρει καὶ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός, ταύρους καταθῦσαι φέρων ὅτι

1 Eph. vi. 12

2 Acts xix. 35

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: