previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[291] τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ̓ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾄδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειν. ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ [p. 488] τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ: ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, 1 ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων: πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ

1 Mat xxvii. 45 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: