previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23] ἀνδρὸς σκηπτόμενοι ᾔδεισαν τῆς αὐτοῦ γνώμης τὴν εὐκατάνυκτον προαίρεσιν, ὡς, εἰ τοιαῦτα παρὰ τοῦ βασιλέως ἀκούσειεν, ἐκείνῳ μὲν τὰ κρείττονα βουλευσαμένῳ γνώμην δώσειε μὴ ἀναβαλέσθαι πρὸς τὰ καλῶς βεβουλευμένα, καὶ ἐκ τούτου ἀληθῆ λέγοντες ἐκεῖνοι εὑρεθεῖεν. δὲ βασιλεύς, τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν εὔνοιαν ὁπόση μὴ ἀγνοῶν, ἀπίθανά τε ἡγεῖτο [p. 40] καὶ ψευδῆ τὰ λεγόμενα, καὶ ὅτι μὴ ἀβασανίστως ταῦτα προσδέχεσθαι δεῖ, δοκιμάσαι τὸ πρᾶγμα καὶ τὴν διαβολὴν διεσκέψατο. καί, προσκαλεσάμενος αὐτὸν κατ̓ ἰδίαν, ἔφη πειράζων: Οἶδας, φίλε, ὅσα ἐνεδειξάμην τοῖς τε λεγομένοις μονάζουσι καὶ πᾶσι τοῖς Χριστιανοῖς. νυνὶ δέ, μετάμελος ἐπὶ τούτῳ γενόμενος καὶ καταγνοὺς τῶν παρόντων, ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα, ἀθανάτου τινὸς βασιλείας εἰς ἄλλην βιοτὴν μελλούσης ἔσεσθαι: γὰρ παροῦσα θανάτῳ πάντως διακόπτεται. οὐκ ἂν ἄλλως δὲ τοῦτο κατορθωθῆναί μοι δοκῶ καὶ μὴ διαμαρτεῖν τοῦ σκοποῦ, εἰ μὴ Χριστιανός τε γένωμαι, καὶ χαίρειν εἰπὼν τῇ δόξῃ τῆς ἐμῆς βασιλείας καὶ τοῖς λοιποῖς ἡδέσι καὶ τερπνοῖς τοῦ βίου, τοὺς ἀσκητὰς ἐκείνους καὶ μονάζοντας ζητήσας ὅπου ποτ̓ ἂν εἶεν, οὓς ἀδίκως ἀπήλασα, ἐκείνοις ἑαυτὸν ἐγκαταμίξω. πρὸς ταῦτα τί φὴς αὐτός, καὶ ὁποίαν δίδως βουλήν; εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας. οἶδα γὰρ ἀληθῆ καὶ εὐγνώμονα εἶναί σε ὑπὲρ πάντας. δὲ ἀγαθὸς ἀνὴρ ἐκεῖνος, ὡς ταῦτα ἤκουσε, μηδόλως τὸν ἐγκεκρυμμένον ἐπιγνοὺς δόλον, κατενύγη τὴν ψυχήν, καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: