previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[252] ταῦτα πάντα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ οὖν θεοὺς ὀνομάζειν ὁρατοὺς καὶ μὴ ὁρῶντας: ἀλλὰ τὸν ἀόρατον καὶ πάντας δημιουργήσαντα δεῖ σέβεσθαι Θεόν. Ἔλθωμεν οὖν, βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν τί φρονοῦσι καὶ αὐτοὶ περὶ 1 Θεοῦ. οὗτοι γάρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε καὶ Ἰακώβ, παρῴκησαν εἰς Αἴγυπτον. 2 ἐκεῖθεν δὲ ἐξήγαγεν αὐτοὺς Θεὸς ἐν χειρὶ 3 κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ Μωσέως τοῦ νομοθέτου αὐτῶν καὶ τέρασι πολλοῖς καὶ σημείοις ἐγνώρισεν αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν. ἀλλ̓, ἀγνώμονες καὶ αὐτοὶ φανέντες καὶ ἄχρηστοι, πολλάκις ἐλάτρευσαν τοῖς τῶν ἐθνῶν σεβάσμασι, καὶ 4 τοὺς ἀπεσταλμένους πρὸς αὐτοὺς προφήτας καὶ δικαίους ἀπέκτειναν. εἶτα ὡς εὐδόκησεν Υἱὸς [p. 420] τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, ἐμπαροινήσαντες εἰς 5 αὐτόν, προέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι τῶν Ῥωμαίων καὶ σταυρῷ κατεδίκασαν, μὴ αἰδεσθέντες τὰς εὐεργεσίας αὐτοῦ, καὶ τὰ ἀναρίθμητα θαύματα ἅπερ ἐν αὐτοῖς εἰργάσατο. διὸ ἀπώλοντο τῇ ἰδίᾳ παρανομίᾳ. σέβονται γὰρ καὶ νῦν Θεὸν τὸν 6 μόνον παντοκράτορα, ἀλλ̓ οὐ κατ̓ ἐπίγνωσιν: τὸν γὰρ Χριστὸν ἀρνοῦνται τὸν Υἱὸν τοῦ Θεοῦ, καί εἰσι παρόμοιοι τοῖς ἔθνεσι, κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν. ταῦτα περὶ τῶν Ἰουδαίων. Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ Υἱὸς τοῦ 7 Θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται, ἐν Πνεύματι 8 Ἁγίῳ ἀπ̓ οὐρανοῦ καταβὰς διὰ τὴν σωτηρίαν

1 Luke xx. 37

2 Ps. cxxxvi. 12

3 Acts xiii. 17

4 Mat. xxiii. 37

5 Mk. xv. 1

6 Rom. x. 2

7 Cp. Luke i. 32, 35

8 Mat i. 21

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: