Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[245]
δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν
Τάρταρον. ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν ἣν
παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν; ἐνδέχεται
οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὦ τῆς
ἀνοίας: τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν;
Δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι
τῶν θεῶν αὐτῶν, καὶ μεταμορφοῦσθαι εἰς
[p. 408]
ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας. παρεισάγουσι
γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον
πρὸς Εὐρώπην, καὶ εἰς χρυσὸν πρὸς Δανάην, καὶ
εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς
Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην: εἶτα
γενέσθαι ἐκ τούτων τέκνα πολλά, Διόνυσον, καὶ
Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρακλῆν, καὶ Ἀπόλλωνα
καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ
Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθον,
καὶ Σαρπηδόνα, καὶ τὰς ἐννέα θυγατέρας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.