previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ 1 ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε 2 πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ 3 σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι: τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι. καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, [p. 90] ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δἰ ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν. ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο φύσις ἡμῶν, καὶ ἐβασίλευε 4 τῶν ἀνθρώπων θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾄδου πάντας παραπέμπων. Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον, ἀλλ̓ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ

1 Ex. xvi. 4-35

2 Exod. xx.; Deut. v.

3 Heb. x. 1

4 Rom. v. 14, 17

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: