previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[258] τοὺς ὀφθαλμοὺς ἐτύφλωσε τῆς καρδίας μου, καὶ σκότος βαθὺ περιέχυσέ μου τῷ λογισμῷ: νυνὶ δὲ ἐπὶ τῷ ῥήματί σου, τὸ κάλυμμα τὸ ζοφῶδες ἀπορρίψας, τῷ φωτὶ προσδραμοῦμαι τοῦ προσώπου Κυρίου. ἴσως ἐλεήσει με, καὶ θύραν ἀνοίξει μετανοίας τῷ πονηρῷ δούλῳ καὶ ἀποστάτῃ, εἰ καὶ ἀδύνατον δοκεῖ μοι ἄφεσιν γενέσθαι τῶν ψάμμου βαρυτέρων μου πταισμάτων, ῾̣̣̓ν ἐν γνώσει καὶ ἀγνοίᾳ ἥμαρτον νηπιόθεν καὶ μέχρι ταύτης μου τῆς ἡλικίας καὶ πολιᾶς. Ταῦτα ὡς ἤκουσεν τοῦ βασιλέως υἱός, εὐθὺς [p. 432] διανίσταται καὶ θερμότερος τὴν ψυχὴν γίνεται. καὶ τὸν λογισμὸν τοῦ Ναχὼρ πρὸς ἀπόγνωσιν συγκύπτοντα ἀναλαμβάνειν ἄρχεται, καὶ στερρότερον περὶ τὴν Χριστοῦ πίστιν διατιθέναι, Μηδείς, Ναχώρ, λέγων, μηδεὶς ἔστω σοι περὶ 1 τούτου δισταγμός. γέγραπται γὰρ δυνατὸν εἶναι τῷ Θεῷ καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ: ὅπερ τί ἄλλο τοῦτό ἐστιν, ὡς πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι, καὶ δούλους γενέσθαι Χριστοῦ, ὃς δἰ ἄκραν φιλανθρωπίας ὑπερβολὴν πᾶσι τοῖς ἐπιστρέφουσι τὰς οὐρανίους διήνοιξε πύλας, οὐδενὶ τῶν πάντων τὴν τῆς σωτηρίας ἀποκλείσας ὁδόν, ἀλλὰ συμπαθῶς τοὺς μετανοοῦντας δεχόμενος; διὰ ταῦτα γὰρ καὶ τοῖς περὶ πρώτην καὶ τρίτην, ἕκτην τε καὶ ἐννάτην καὶ ἐνδεκάτην ὥραν προσελθοῦσι τῷ ἀμπελῶνι κατ̓ ἴσον ἀφορίζεται 2 μισθός, ὡς τὸ ἅγιόν φησιν Εὐαγγέλιον: ὥστε, κἂν μέχρι τοῦ νῦν ἐν ἁμαρτίαις κατεγήρασας,

1 Mat. iii. 9

2 Mat. xx. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: