Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[270]
δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον,
καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν
δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας,
εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς
Χριστοῦ παρατάξεως: οὐκ εἰδὼς ὁ ἄθλιος οἷον
ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦσθαι
[p. 454]
σὺν πάσῃ τῇ ὑπ̓ αὐτὸν δαιμονικῇ φάλαγγι.
1 τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν
πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει
τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῷ λαβρότατον
ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ ὁ
μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν: αἱ δὲ τὴν ὄψιν
εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι
ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην.
Ἡ δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη
1 Luke xi. 26
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.