previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[110] τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ: τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δειῶς τοὺς ἐπερειδομένους ἐπ̓ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ̓ αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται: ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. [p. 186] σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι: σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς, 1 αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα.

1 Demosth. 170, 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: