previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[240] [p. 398] φανερὸν γάρ ἐστιν ἡμῖν, βασιλεῦ, ὅτι τρία γένη εἰσὶν ἀνθρώπων ἐν τῷδε τῷ κόσμῳ: ὧν εἰσὶν οἱ τῶν παῤ ὑμῶν λεγομένων θεῶν προσκυνηταί, καὶ Ἰουδαῖοι, καὶ Χριστιανοί: αὐτοὶ δὲ πάλιν, οἱ τοὺς πολλοὺς σεβόμενοι θεούς, εἰς τρία διαιροῦνται γένη, Χαλδαίους τε καὶ Ἕλληνας καὶ Αἰγυπτίους: οὗτοι γὰρ γεγόνασιν ἀρχηγοὶ καὶ διδάσκαλοι τοῖς λοιποῖς ἔθνεσι τῆς τῶν πολυωνύμων θεῶν λατρείας καὶ προσκυνήσεως. ἴδωμεν οὖν τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. Οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες Θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ ἤρξαντο 1 σέβεσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα αὐτούς: ὧν καὶ μορφώματά τινα ποιήσαντες ὠνόμασαν ἐκτυπώματα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης, ἡλίου τε καὶ σελήνης, καὶ τῶν λοιπῶν στοιχείων φωστήρων, καί, συγκλείσαντες ναοῖς, προσκυνοῦσι θεοὺς καλοῦντες, οὓς καὶ τηροῦσιν ἀσφαλῶς ἵνα μὴ κλαπῶσιν ὑπὸ λῃστῶν. καὶ οὐ συνῆκαν ὅτι πᾶν τὸ τηροῦν μεῖζον τοῦ τηρουμένου ἐστί, καὶ ποιῶν μείζων ἐστὶ τοῦ ποιουμένου: εἰ γὰρ ἀδυνατοῦσιν οἱ θεοὶ αὐτῶν περὶ τῆς ἰδίας σωτηρίας, πῶς ἄλλοις σωτηρίαν χαρίσονται; πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, σεβόμενοι ἀγάλματα νεκρὰ καὶ ἀνωφελῆ. καὶ θαυμάζειν μοι ἐπέρχεται, βασιλεῦ, πῶς οἱ λεγόμενοι φιλόσοφοι αὐτῶν οὐδόλως συνῆκαν ὅτι καὶ αὐτὰ τὰ στοιχεῖα φθαρτά ἐστιν. εἰ δὲ τὰ στοιχεῖα φθαρτά ἐστι καὶ ὑποτασσόμενα κατὰ ἀνάγκην, πῶς εἰσι θεοί; εἰ δὲ τὰ στοιχεῖα

1 Rom. i. 25

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: