previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[137] ἐλογίσθησαν, πολλῷ πλέον ἡμεῖς, οἱ τῷ κόσμῳ περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῇ ψευδομένῃ ταύτῃ δόξῃ καὶ ἀνοήτῳ τρυφῇ, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων. δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη: Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ̓ ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων. αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ἀνήρ: Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτῳ, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας. τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις: ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῷ Χριστῷ ἀτελεύτητα συμβασιλεύοντες. καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο: Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι: ἀκώλυτος γὰρ εἴσοδος τοῖς θελήσασι μόνον. δὲ βασιλεύς: Καὶ τίς, φησίν, ἐκεῖσε φέρουσα τρίβος; πρὸς ὃν ἔφη λαμπρὸς τὴν ψυχὴν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: