previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[205] ἀρετῆς ἰδέαν. αὖθις δὲ βασιλεύς, ὀργιζόμενος ὥσπερ, ἔφη: Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, τόπον ἀπολογίας δόντα, ἀλλ̓ ἀνερωτήτως θανατῶσαι. ἀλλ̓ ἀνέχομαί σου τοῦ θράσους, τῆς προσηκούσης μοι ἕνεκεν φιλανθρωπίας, ἕως τακτῇ ἡμέρᾳ ἐξετάσω τὰ περὶ σοῦ. καὶ εἰ μὲν πεισθείης μοι συγγνώμης ἀξιωθήσῃ: εἰ δὲ μή, κακῶς ἀπολῇ. οὕτως εἰπὼν τῷ Ἀραχῇ τοῦτον παραδίδωσι, φυλάττειν ἀκριβέστατα ἐντειλάμενος. Τῇ δὲ ἐπαύριον ἀναζεύξας ἐκεῖθεν, πρὸς τὸ ἴδιον ἐπάνεισι παλάτιον. καὶ ἐξηχούετο κρατηθῆναι τὸν Βαρλαάμ, ὥστε καὶ τὸν βασιλέως [p. 346] ἀκούσαντα υἱὸν δεινῶς τὴν ψυχὴν ἀλγῆσαι, καὶ μηδόλως τῶν δακρύων ἐγκρατὴς δύνασθαι εἶναι. στεναγμοῖς δὲ καὶ θρήνοις τὸν Θεὸν ἐδυσώπει, καὶ εἰς βοήθειαν αὐτὸν ἐπεκαλεῖτο τοῦ γέροντος. οὐ 1 παρεῖδεν οὖν αὐτὸν ὀδυρόμενον ἀγαθός: χρηστὸς 2 γάρ ἐστι τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν: ὃς καὶ τῷ νέῳ δἰ ὁράματος νυκτερινοῦ πάντα γνωρίζει, καὶ ἰσχὺν αὐτῷ ἐντίθησι, καὶ εἰς τὸν τῆς εὐσεβείας παραθαρρύνει ἀγῶνα. ἔξυπνος δὲ γενόμενος, χαρᾶς τε πλήρη καὶ θάρσους καὶ φωτὸς γλυκυτάτον, τὴν πρὸ μικροῦ λυπουμένην αὐτοῦ καὶ ἀλγοῦσαν εὑρίσκει καρδίαν. δὲ βασιλεύς, οὕτω ταῦτα δράσας καὶ οὕτω διανοηθείς, ἔχαιρε, καλῶς διασκέπτεσθαι οἰόμενος, καὶ τῷ Ἀραχῇ μεγίστην ἀπονέμων τὴν χάριν. ἀλλ̓

1 Ps. cxlv. 9

2 Ps. xx. 1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: