previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[204] προσεποιεῖτο. ἐξελθόντι δὲ καὶ τὰς ἐρήμους ἐμπεριπατοῦντι ὁρᾶται αὐτῷ ἀνήρ τις ἐκ φάραγγός τινος ἐξερχόμενος. τοῦ δὲ καταδιώκειν αὐτὸν κελεύσαντος, φθάνουσι τὸ τάχος, καὶ συλλαβόντες πρὸς αὐτὸν ἄγουσι. τοῦ δὲ πυνθανομένου τίς τε εἴη καὶ ποίας θρησκείας τί καλούμενος, Χριστιανὸν μὲν ἐκεῖνος ἑαυτὸν ἀπεκάλεσε, Βαρλαὰμ δὲ ὠνόμασε, καθάπερ δεδίδακτο. χαρᾶς δὲ πλησθεὶς Ἀραχής, ὡς ἐδείκνυε, τάχιστα τοῦτον λαβών, πρὸς τὸν βασιλέα ἐπανέρχεται: καὶ δὴ μηνύσας παρίστησιν αὐτόν. καί φησιν βασιλεὺς εἰς ἐπήκοον πάντων τῶν παρισταμένων: Σὺ εἶ τοῦ δαίμονος ἐργάτης Βαρλαάμ; δὲ ἀντέφησεν: Τοῦ Θεοῦ ἐργάτης εἰμί, καὶ οὐ τῶν δαιμόνων. μὴ οὖν με λοιδόρει. πολλὰς γάρ μοι ὁμολογεῖν χάριτας ὀφειλέτης εἶ, ὅτι τὸν υἱόν σου θεοσεβεῖν ἐδίδαξα, πάσης ἀπαλλάξας ἀπάτης καὶ τῷ ἀληθινῷ καταλλάξας Θεῷ, καὶ πᾶσαν παιδεύσας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: