previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[97] ἔξω ἔκλαυσε πικρῶς: καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο. ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ̓ ἀπέγνω ἑαυτόν: ἀλλ̓ ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης: καὶ παραυτίκα πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε [p. 164] φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν 1 τρίτον προσειπὼν Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου: Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τουτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας: μόνον τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν προφήτης Δαυίδ: 2 Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου: λούσω καθ̓

1 John xxi. 16, 17

2 Ps. vi. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: