previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] καταμαθεῖν τὴν φύσιν: μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν: οἷς, βασιλεῦ, κακῶς φεῦ, σὴ προσήλωται καρδία. κἀγὼ δέ ποτε τούτων ἀντειχόμην: ἀλλ̓ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος: 1 δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. 2 Ὅτε δὲ εὐδόκησεν χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα 3 καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη 4 συγγράμμασι: τότε περιῃρέθη τῆς καρδίας μου [p. 22] τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις

1 Rom. vii. 25

2 Tit. iii. 4

3 Eccles. i. 14

4 2 Cor. iii. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: