previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[316] Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν [p. 528] σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων: ὅτε δὲ ἐπέβλεψεν Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε 1 ῾θέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεταἰ, ῥᾳδίως τὰ λεγόμενα συνίει βασιλεύς: ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν

1 Ps. cxlv. 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: