previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[228] βούλομαι. διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι: ἀλλ̓ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ 1 σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι: οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ 2 ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ἐμὸς ἔφη διδάσκαλος, 3 καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου. Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; 4 ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δἰ οὗ 5 τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾄδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα [p. 380] ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται: λόγος οὐκ ἔστιν παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου,

1 Basil, Comment. in Isaiam, x. 11

2 Prov. xxiv. 13 p. 186

3 Heb. iv. 12

4 Ps. cxxxix. 18

5 Prov. xiv. 12; xvi. 25

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: