previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[299] βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν 1 Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν 2 ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος τοῦ 3 παντὸς ποιητής, πάντα φέρων τῷ ῥήματι τῆς 4 δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν: καί, 5 πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν γέγονεν. δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος ῾ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελος᾿, καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, [p. 500] τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ̓ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο. τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν: Ἀληθῶς,

1 Luke 1. 78

2 Cp. Acts iv. 12

3 Heb. i. 3

4 Ps. xxxiii. 6

5 John i. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: