previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] ἀδοξίαν τῆς περιβλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηται; καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; Τούτων ἀκούσας τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο: Εἰ λόγον πρός με συνᾶραι θέλεις, βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσῃς μαθεῖν: ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, [p. 18] ποίει θέλεις: ἐμοὶ γὰρ κόσμος ἐσταύρωται, 1 κἀγὼ τῷ κόσμῳ, φησὶν θεῖος καὶ ἐμὸς διδάσκαλος. τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν θεῖος ἀνήρ: θυμὸς καὶ ἐπιθυμία: ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως 2 ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα: ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν, ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν.

1 Gal. vi. 14

2 Rom. viii. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: