previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[338] 1 τὸν εἰπόντα: Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ, Θεός: ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα: καὶ καθὼς 2 τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων: Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς: καί: Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου: γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ὄψις σου ὡραία. Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, [p. 564] καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον. τοῦτο τὸ πῦρ καὶ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηίνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου 3 προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, Χριστέ μου, ἐκολλήθη ψυχή μου ὀπίσω σου: ἐμοῦ δὲ ἀντελάβετο δεξιά σου.

1 Ps. xlii. 1

2 Cant. i1. 6; iv. 9; ii. 14

3 Ps. lxiii. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: