previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100] τὸν ἕτερον ἀγαπήσει, τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει: οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης εὐαγγελιστὴς καὶ θεολόγος, 1 ἐν τῇ κατ̓ αὐτὸν ἐπιστολῇ οὕτως: Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ: ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ̓ ἐκ τοῦ κόσμου ἐστί. καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ: δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, 2 ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα: ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι, τὸ δἰ αἵματός φημι καὶ διὰ μαρτυρίου: βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον: δευτέροις γὰρ οὐ μολύνεται 3 ἁμαρτίας μολυσμοῖς: ὅπερ καὶ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν. ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ

1 1 John ii. 15-17

2 Acts xiv. 22

3 m k. x. 38, 39

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: