previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[185] πᾶσαν αὐτῷ καταχέαι τὴν ἀθυμίαν, ἀλλὰ καταλιπεῖν αὐτῷ τὸ ἐρρικνωμένον ἱμάτιον ἐκεῖνο καὶ τραχὺ παλλίον, ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ εἰς φυλακτήριον αὐτῷ ἀπὸ πάσης σατανικῆς ἐνεργείας, λαβεῖν δὲ παῤ αὐτοῦ ἕτερον ἀντ̓ ἐκείνου: Ὡς ἄν, τὸ παῤ ἐμοῦ, φησί, δοθὲν ὁρῶν, τὴν ἐμὴν ἐπὶ μνήμης φέρῃς ταπεινότητα. δὲ γέρων ἔφη: Τὸ μὲν παλαιὸν καὶ διερρωγὸς δοῦναί σοι καὶ λαβεῖν καινὸν ἔνδυμα, οὐ θέμις, ἵνα μὴ τοῦ μικροῦ κόπου μου τὴν ἀμοιβὴν ἐνθάδε ἀπολαβεῖν κατακριθῶ: ἵνα δέ σου τὴν [p. 312] προθυμίαν μὴ ἐγκόψω, παλαιὰ καὶ μηδὲν τῶν ἐμῶν διαφέροντα ἔστωσαν τὰ διδόμενά μοι παρὰ σοῦ. ζητήσας δὲ τοῦ βασιλέως υἱὸς τρίχινα ῥάκη παλαιά, καὶ ταῦτα δοὺς τῷ γέροντι, τὰ ἐκείνου λαβὼν ἔχαιρε, πάσης πορφύρας καὶ βασιλικῆς ἁλουργίδος τιμιώτερα ταῦτα ἀσυγκρίτως ἡγούμενος. δὲ θειότατος Βαρλαάμ, ἀπιέναι ὅσον οὔπω βουλόμενος, τὰ τῆς ἐκδημίας ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν: Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, διὰ 1 τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων Δεσπότῃ,

1 1 Cor. lv 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: